Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.64 Joseph. AJ 6.69 (English) >>Joseph. AJ 6.74

6.67ταῦτʼ ἐπιτελέσας Σαμουῆλος ἀπολύει τὴν πληθύν. καὶ αὐτὸς δὲ εἰς Ἀρμαθὰ παραγίνεται πόλιν, πατρὶς γὰρ ἦν αὐτῷ, Σαούλῳ δὲ ἀπερχομένῳ εἰς Γαβαθὴν, ἐξ ἧς ὑπῆρχε, συνήρχοντο πολλοὶ μὲν ἀγαθοὶ τὴν προσήκουσαν βασιλεῖ τιμὴν νέμοντες, πονηροὶ δὲ πλείους, οἳ καταφρονοῦντες αὐτοῦ καὶ τοὺς πολλοὺς ἐχλεύαζον καὶ οὔτε δῶρα προσέφερον οὔτʼ ἐν σπουδῇ καὶ λόγῳ τὸ ἀρέσκεσθαι τὸν Σαοῦλον ἐτίθεντο. 6.68

Μηνὶ δʼ ὕστερον ἄρχει τῆς παρὰ πάντων αὐτῷ τιμῆς πρὸς Ναάσην πόλεμος τὸν τῶν Ἀμμανιτῶν βασιλέα· οὗτος γὰρ πολλὰ κακὰ τοὺς πέραν τοῦ Ἰορδάνου ποταμοῦ κατῳκημένους τῶν Ἰουδαίων διατίθησι μετὰ πολλοῦ καὶ μαχίμου στρατεύματος διαβὰς ἐπʼ αὐτούς· 6.69καὶ τὰς πόλεις αὐτῶν εἰς δουλείαν ὑπάγεται ἰσχύι μὲν καὶ βίᾳ πρὸς τὸ παρὸν αὐτοὺς χειρωσάμενος, σοφίᾳ δὲ καὶ ἐπινοίᾳ πρὸς τὸ μηδʼ αὖθις ἀποστάντας δυνηθῆναι τὴν ὑπʼ αὐτῷ δουλείαν διαφυγεῖν ἀσθενεῖς ποιῶν· τῶν γὰρ κατὰ πίστιν ὡς αὐτὸν ἀφικνουμένων λαμβανομένων πολέμου νόμῳ τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐξέκοπτεν. 6.70ἐποίει δὲ τοῦθʼ, ὅπως τῆς ἀριστερᾶς αὐτοῖς ὄψεως ὑπὸ τῶν θυρεῶν καλυπτομένης ἄχρηστοι παντελῶς εἶεν. 6.71καὶ μὲν τῶν Ἀμμανιτῶν βασιλεὺς ταῦτʼ ἐργασάμενος τοὺς πέραν τοῦ Ἰορδάνου ἐπὶ τοὺς Γαλαδηνοὺς λεγομένους ἐπεστράτευσε καὶ στρατοπεδευσάμενος πρὸς τῇ μητροπόλει τῶν πολεμίων, Ἰαβὶς δʼ ἐστὶν αὕτη, πέμπει πρὸς αὐτοὺς πρέσβεις κελεύων ἤδη παραδοῦναι σφᾶς αὐτοὺς ἐπὶ τῷ τοὺς δεξιοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαι, πολιορκήσειν ἠπείλει καὶ τὰς πόλεις αὐτῶν ἀναστήσειν· τὴν δʼ αἵρεσιν ἐπʼ αὐτοῖς εἶναι, πότερόν ποτε βραχύ τι τοῦ σώματος ἀποτεμεῖν θέλουσιν παντάπασιν ἀπολωλέναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.64 Joseph. AJ 6.69 (English) >>Joseph. AJ 6.74

Powered by PhiloLogic